Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.116 Joseph. AJ 7.119 (English) >>Joseph. AJ 7.122

7.117

Καὶ οἱ μὲν περιλειφθέντες ἐκ τοῦ Σαούλου γένους καὶ Ἰωνάθου τούτων ἔτυχον παρὰ Δαυίδου τῶν τιμῶν. τελευτήσαντος δὲ κατʼ ἐκεῖνον τὸν χρόνον τοῦ τῶν Ἀμμανιτῶν βασιλέως Ναάσου, φίλος δʼ ἦν οὗτος αὐτῷ, καὶ διαδεξαμένου τὴν βασιλείαν Ἀννὼν τοῦ παιδός, πέμψας Δαυίδης πρὸς αὐτὸν παρεμυθήσατο πρᾴως τε φέρειν ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς παραινῶν καὶ τὴν αὐτὴν φιλίαν διαμενεῖν, πρὸς ἐκεῖνον ἦν, τούτῳ προσδοκᾶν. 7.118οἱ δὲ τῶν Ἀμμανιτῶν ἄρχοντες κακοήθως ἀλλʼ οὐ κατὰ τὸν Δαυίδου τρόπον ταῦτʼ ἐδέξαντο, καὶ παρώτρυναν τὸν βασιλέα λέγοντες κατασκόπους πεπομφέναι τῆς χώρας Δαυίδην καὶ τῆς αὑτῶν δυνάμεως ἐπὶ προφάσει φιλανθρωπίας, φυλάττεσθαί τε συνεβούλευον καὶ μὴ προσέχειν τοῖς λόγοις αὐτοῦ, μὴ καὶ σφαλεὶς ἀπαρηγορήτῳ συμφορᾷ περιπέσῃ. 7.119ταῦτʼ οὖν δόξας πιθανώτερα λέγειν τοὺς ἄρχοντας τἀληθὲς εἶχεν τῶν Ἀμμανιτῶν βασιλεὺς Ἀννὼν τοὺς παρὰ τοῦ Δαυίδου πεμφθέντας πρέσβεις χαλεπῶς περιύβρισε· ξυρήσας γὰρ αὐτῶν τὰ ἡμίση τῶν γενείων καὶ τὰ ἡμίση τῶν ἱματίων περιτεμὼν ἔργοις ἀπέλυσε κομίζοντας οὐ λόγοις τὰς ἀποκρίσεις. 7.120ἰδὼν δὲ ταῦθʼ τῶν Ἰσραηλιτῶν βασιλεὺς ἠγανάκτησε καὶ δῆλος ἦν οὐ περιοψόμενος τὴν ὕβριν καὶ τὸν προπηλακισμόν, ἀλλὰ πολεμήσων τοῖς Ἀμμανίταις καὶ τιμωρίαν αὐτῶν τῆς παρανομίας τῆς πρὸς τοὺς πρεσβευτὰς εἰσπραξόμενος τὸν βασιλέα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.116 Joseph. AJ 7.119 (English) >>Joseph. AJ 7.122

Powered by PhiloLogic